Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.299 Joseph. AJ 12.304 (English) >>Joseph. AJ 12.307

12.302καιρὸς μὲν οὖν ὑμῖν οὐκ ἄλλος ἀναγκαιότερος τοῦ παρόντος, ἑταῖροι, εἰς εὐψυχίαν καὶ κινδύνων καταφρόνησιν καταλείπεται· νῦν γὰρ ἔστιν ἀνδρείως ἀγωνισαμένοις τὴν ἐλευθερίαν ἀπολαβεῖν, ἣν καὶ διʼ αὐτὴν ἅπασιν ἀγαπητὴν οὖσαν ὑμῖν ὑπὲρ ἐξουσίας τοῦ θρησκεύειν τὸ θεῖον ποθεινοτέραν εἶναι συμβέβηκεν. 12.303ὡς οὖν ἐν τῷ παρόντι κειμένων ὑμῖν ταύτην τε ἀπολαβεῖν καὶ τὸν εὐδαίμονα καὶ μακάριον βίον ἀνακτήσασθαι, οὗτος δʼ ἦν κατὰ τοὺς νόμους καὶ τὴν πάτριον συνήθειαν, τὰ αἴσχιστα παθεῖν καὶ μηδὲ σπέρμα τοῦ γένους ὑμῶν ὑπολειφθῆναι κακῶν ἐν τῇ μάχῃ γενομένων, 12.304οὕτως ἀγωνίζεσθε, τὸ μὲν ἀποθανεῖν καὶ μὴ πολεμοῦσιν ὑπάρξον ἡγούμενοι, τὸ δʼ ὑπὲρ τηλικούτων ἐπάθλων, ἐλευθερίας πατρίδος νόμων εὐσεβείας, αἰώνιον τὴν εὔκλειαν κατασκευάσειν πεπιστευκότες· ἑτοιμάζεσθε τοιγαροῦν οὕτως τὰς ψυχὰς ὡς αὔριον ἅμʼ ἡμέρᾳ συμβαλοῦντες τοῖς πολεμίοις.” 12.305

Καὶ μὲν Ἰούδας ταῦτα παραθαρσύνων τὴν στρατιὰν ἔλεξεν. τῶν δὲ πολεμίων πεμψάντων Γοργίαν μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων, ὅπως διὰ τῆς νυκτὸς ἐπιπέσῃ τῷ Ἰούδᾳ, καὶ πρὸς τοῦτο ὁδηγοὺς ἔχοντος αὐτοῦ τινας τῶν πεφευγότων Ἰουδαίων, αἰσθόμενος τοῦ Ματταθίου παῖς ἔγνω καὶ αὐτὸς τοῖς ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπεσεῖν καὶ ταῦτα διῃρημένης αὐτῶν τῆς δυνάμεως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.299 Joseph. AJ 12.304 (English) >>Joseph. AJ 12.307

Powered by PhiloLogic